Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.88 Joseph. AJ 16.93 (English) >>Joseph. AJ 16.98

16.91ὡς δὲ ἀνῆλθεν εἰς τὴν Ῥώμην, ἐγένετο μὲν μέχρι τῆς Ἀκυληίας πόλεως Καίσαρι συντυχεῖν ἐπειγόμενος, ἐλθὼν δʼ εἰς λόγους καὶ καιρὸν αἰτησάμενος ἐπὶ μεγάλοις οἷς ἐδόκει δυστυχεῖν παρεστήσατο μὲν τοὺς παῖδας, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας καὶ τῆς ἐπιχειρήσεως, 16.92ὡς ἐχθρῶς ἔχουσιν ἅπαντα τρόπον ἐσπουδακότες μισεῖν τὸν ἑαυτῶν πατέρα μεταχειρίσασθαι καὶ τὴν βασιλείαν ὠμοτάτῳ τρόπῳ παραλαβεῖν· δʼ οὐδὲ θνήσκων ἐξ ἀνάγκης μᾶλλον κρίσει παραδοῦναι τῷ διαμείναντι πρὸς αὐτὸν εὐσεβεστέρῳ παρὰ Καίσαρος ἐξουσίαν ἔχοι. 16.93τοῖς δʼ οὐχ ὑπὲρ τῆς ἀρχῆς τὸ πλέον, ἀλλʼ εἰ καὶ ταύτης στεροῖντο καὶ τοῦ ζῆν ἐλάττων λόγος, εἰ μόνον ἀποκτεῖναι τὸν πατέρα δυνηθεῖεν· οὕτως ἄγριόν τι καὶ μιαρὸν ἐντετηκέναι ταῖς ψυχαῖς αὐτῶν μῖσος. καὶ ταύτην τὴν ἀτυχίαν αὐτὸς ἐκ μακροῦ φέρων ἀναγκασθῆναι νῦν ἐξηγεῖσθαι Καίσαρι καὶ μιαίνειν αὐτοῦ τὰς ἀκοὰς τοιούτοις λόγοις. 16.94καίτοι τί μὲν εἴησαν παθόντες ἐξ αὐτοῦ δυσχερές; ἐπὶ τίνι δὲ μέμφονται βαρὺν ὄντα; πῶς δʼ οἷόν τε καὶ δίκαιον ἣν αὐτὸς ἐκτήσατο πολλοῖς πόνοις καὶ κινδύνοις ἀρχήν, ταύτης οὐκ ἐᾶν κύριον εἶναι κρατεῖν τε καὶ διδόναι τῷ κατʼ ἀξίαν; 16.95ὡς τοῦτό γε μετὰ τῶν ἄλλων ἆθλον εὐσεβείας ἐκτίθεται τῷ μέλλοντι πρὸς τὸν ποτὲ γενήσεσθαι τοιούτῳ τὴν ἐπιμέλειαν, ἅτε καὶ τῆς ἀμοιβῆς τοσῆσδε οὔσης ἐπιτυγχάνειν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.88 Joseph. AJ 16.93 (English) >>Joseph. AJ 16.98

Powered by PhiloLogic